Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.48 Dem. 50.51 (English) >>Dem. 50.53

50.49ἀκούσας δʼ ἐγὼ ταῦτα τοῦ Καλλικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δʼ αὐτοῦ με καὶ ἀπειλήσαντος οὐδʼ ἂν ὑμεῖς ἀγνοήσαιτε (τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω αὐτῷ ὅτιἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπʼ αὐτόν· οἱ γὰρ νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἐν τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς φεύγοντας. ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν εἰς Θάσον.” 50.50καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν. 50.51ἀφικομένων δʼ ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δʼ ἐγὼ μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω αὐτῷ, ἵνʼ εἴ τί μοι προστάττοι, ἀκούσας ἀπαγγείλαι μοι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.48 Dem. 50.51 (English) >>Dem. 50.53

Powered by PhiloLogic